Πέμπτη, 18 Ιανουαρίου 2018

Ψαλμός Ε' (5)


English French German Spain Italian Dutch Russian Portuguese Japanese Korean Arabic Chinese Simplified


Τά ρήματα μου ενώτισαι, Κύριε, σύνες της κραυγής μου. 
Πρόσχες τη φωνή της δεήσεως μου, ο βασιλεύς μου και ο Θεός μου· ότι προς σε προσεύξομαι, Κύριε. 
Το πρωί εισακούση της φωνής μου· το πρωί παραστήσομαι σοι και επόψει με· ότι ουχί Θεός θέλων ανομίαν συ ει. 
Ου παροικήσει σοι πονηρευόμενος, ουδέ διαμενούσι παράνομοι κατέναντι των οφθαλμών σου. 
μίσησας πάντας τους εργαζομένους την ανομίαν· απολείς πάντας τους λαλούντας το ψεύδος. 
Άνδρα αιμάτων και δόλιον βδελύσσεται Κύριος. 
γώ δε εν τω πλήθει του ελέους σου εισελεύσομαι εις τον οίκον σου, προσκυνήσω προς ναόν άγιον σου εν φόβω σου.  
Κύριε, οδήγησον με εν τη δικαιοσύνη σου ένεκα των εχθρών μου, κατεύθυνον ενώπιον σου την οδόν μου. 
Ότι ουκ έστιν εν τω στόματι αυτών αλήθεια· η καρδία αυτών ματαία. 
Τάφος ανεωγμένος ο λάρυγξ αυτών, ταις γλώσσαις αυτών εδολιούσαν· κρίνον αυτούς, ο Θεός. 
ποπεσάτωσαν από των διαβουλιών αυτών· κατά το πλήθος των ασεβειών αυτών έξωσον αυτούς, ότι παρεπίκραναν σε, Κύριε. 
Και ευφρανθείησαν πάντες οι ελπίζοντες επί σε· εις αιώνα αγαλλιάσονται και κατασκηνώσεις εν αυτοίς και καυχήσονται εν σοι πάντες οι αγαπώντες το όνομα σου. 
Ότι συ ευλογήσεις δίκαιον· Κύριε ως όπλω ευδοκίας εστεφάνωσας ημάς.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου