Πέμπτη, 18 Ιανουαρίου 2018

Ψαλμός Γ' (3)


English French German Spain Italian Dutch Russian Portuguese Japanese Korean Arabic Chinese Simplified


Κύριε, τί επληθύνθησαν οι θλίβοντες με; πολλοί επανίστανται επ΄ εμέ. 
Πολλοί λέγουσι τη ψυχή μου· ουκ έστι σωτηρία αυτώ εν τω Θεώ αυτού. 
Συ δε, Κύριε, αντιλήπτωρ μου εί, δόξα μου και υψών την κεφαλήν μου. 
Φωνή μου προς Κύριον εκέκραξα και επήκουσε μου εξ όρους αγίου αυτού. 
Εγώ εκοιμήθην και ύπνωσα· εξηγέρθην, ότι Κύριος αντιλήψεται μου. 
Ού φοβηθήσομαι από μυριάδων λαού των κύκλω συνεπιτιθεμένων μοι. 
Ανάστα, Κύριε, σώσον με ο Θεός μου· ότι συ επάταξας πάντας τους εχθραίνοντας μοι ματαίως, οδόντας αμαρτωλών συνέτριψας. 
Του Κυρίου η σωτηρία και επί τον λαόν σου η ευλογία σου.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου