Πέμπτη, 18 Ιανουαρίου 2018

Ψαλμός Στ' (6)


English French German Spain Italian Dutch Russian Portuguese Japanese Korean Arabic Chinese Simplified


Κύριε, μη τω θυμώ σου ελέγξης με, μηδέ τη οργή σου παιδεύσης με. 
Ελέησον με, Κύριε, ότι ασθενής ειμί· ίασαι με, Κύριε, ότι εταράχθη τα οστά μου και η ψυχή μου εταράχθη σφόδρα· και συ, Κύριε, έως πότε; 
Επίστρεψον, Κύριε, ρύσαι την ψυχήν μου· σώσον με· ένεκεν του ελέους σου. 
Ότι ουκ έστιν εν τω θανάτω ο μνημονεύων σου· εν δε τω ΄Αδη τίς εξομολογήσεται σοι; 
Εκοπίασα εν τω στεναγμώ μου, λούσω καθ΄ εκάστην νύκτα την κλίνην μου, εν δάκρυσι μου την στρωμνήν μου βρέξω. 
Εταράχθη από θυμού ο οφθαλμός μου, επαλαιώθην εν πάσι τοις εχθροίς μου. 
Απόστητε απ΄ εμού πάντες οι εργαζόμενοι την ανομίαν, ότι εισήκουσε Κύριος της φωνής του κλαυθμού μου. 
Ήκουσε Κύριος της δεήσεως μου, Κύριος την προσευχήν μου προσεδέξατο. 
Αισχυνθείησαν και ταραχθείησαν σφόδρα πάντες οι εχθροί μου, αποστραφείησαν και καταισχυνθείησαν σφόδρα δια τάχους.


         

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου